Τρίτη 8 Μαρτίου 2011

Νεμεσις: η Θεα Τιμωρος

Νέμεσις, ή αλλιώς η Θεία Δίκη. Θεά της δίκαιης απονομής της τιμωρίας. – Εκείνη που δεν ξεχνά, δεν λησμονεί και αργά ή γρήγορα την βούληση την πράττει, δίχως έλεος, δίχως δισταγμό.
Νεμέσεως ὕμνος
Ὦ Νέμεσι, κλήιζω σε, θεά, βασίλεια μεγίστην,
πανδερκής, ἐσορῶσα βίον θνητῶν πολυφύλων∙
ἀιδία, πολύσεμνε, μόνη χαίρουσα δικαίοις,
ἀλλάσσουσα λόγον πολυποίκιλον, ἄστατον αἰεί,
ἣν πάντες δεδίασι βροτοὶ ζυγὸν αὐχένι θέντες∙
σοὶ γὰρ ἀεὶ γνώμη πάντων μέλει, οὐδέ σε λήѳει
ψυχὴ ὑπερφρονέουσα λόγων ἀδιακρίτω ὁρμῆ
πάντ’ ἐσορᾶις καὶ πάντ’ ἐπακούεις, πάντα βραβεύεις∙
ἐν σοὶ δ’ εἰσὶ δίκαι θνητῶν, πανυπέρτατε δαῖμον.
ἐλθέ, μάκαιρ’, ἁγνή, μύσταις ἐπιτάρροθος αἰεί∙
δὸς δ’ ἀγαθὴν διάνοιαν ἔχειν, παύουσα πανεχθεῖς
γνώμας οὐχ ὁσίας, πανυπέρφρονας, ἀλλοπροσάλλας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου